Acherontas
Chthonic Libations (with Nåstrond)



1. Beneath the Infernal Seats (Hymn to the Titans)

Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
ἡμετέρων πρόγονοι πατέρων,
γαίης ὑπένερθεν
οἴκοις Ταρταρίοισι μυχῶι χθονὸς ἐνναίοντες,
ἀρχαὶ καὶ πηγαὶ πάντων θνητῶν πολυμόχθων,
εἰναλίων πτηνῶν τε καὶ οἳ χθόνα ναιετάουσιν·
ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὰ κατὰ κόσμον.
ὑμᾶς κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν,
εἴ τις ἀπὸ χθονίων προγόνων οἴκοις ἐπελάσθη.


2. Secret Gates of Earth Unlocking (Hymn to Pluto)

Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀμβριμόθυμε,
Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ,
Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ᾽ ἱερὰ δέξο προθύμως,
Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,
πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν·
ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν,
ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν·
ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον τηλέπορον,
ἀκάμαντα, λιπόπνοον, ἄκριτον Ἅιδην κυάνεόν τ᾽ Ἀχέρονθ᾽,
ὃς ἔχει ῥιζώματα γαίης· ὃς κρατέεις θνητῶν θανάτου χάριν,
ὦ πολυδέγμων Εὔβουλ᾽,
ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα νυμφεύσας
λειμῶνος ἀποσπαδίην διὰ πόντου τετρώροις ἵπποισιν ὑπ᾽ Ἀτθίδος ἤγαγες ἄντρον δήμου Ἐλευσῖνος,
τόθι περ πύλαι εἴσ᾽ Ἀίδαο.
μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής,
ἔνθεε, παντοκράτωρ, ἱερώτατε, ἀγλαότιμε,
σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς·
ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.


3. Human Life to Age Abundant Spare (Hymn to Thanatos)

Κλῦθί μευ,
ὃς πάντων θνητῶν οἴηκα κρατύνεις πᾶσι διδοὺς χρόνον ἁγνόν,
ὅσων πόρρωθ᾽ ὑπάρχεις·
σὸς γὰρ ὕπνος ψυχῆς θραύει καὶ σώματος ὁλκόν,
ἡνίκ᾽ ἂν ἐκλύηις φύσεως κεκρατημένα δεσμὰ τὸν μακρὸν ζώιοισι φέρων αἰώνιον ὕπνον,
κοινὸς μὲν πάντων,
ἄδικος δ᾽ ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς·
ἐν σοὶ γὰρ μούνωι πάντων τὸ κριθὲν τελεοῦται·
οὔτε γὰρ εὐχαῖσιν πείθηι μόνος οὔτε λιταῖσιν.
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν αἰτοῦμαι,
θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.


4. Mysteries of the Best Chthonic (Hymn to Perspehone)

Φερσεφόνη,
θύγατερ μεγάλου Διός,
ἐλθέ, μάκαιρα,
μουνογένεια θεά,
κεχαρισμένα δ᾽ ἱερὰ δέξαι,
Πλούτωνος πολύτιμε δάμαρ,
κεδνή, βιοδῶτι,
ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύθεα γαίης,
Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν,
Εὐμενίδων γενέτειρα,
ὑποχθονίων βασίλεια,
ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην,
μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,
Ὡρῶν συμπαίκτειρα, φαεσφόρε,
ἀγλαόμορφε, σεμνή,
παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,
εὐφεγγής, κερόεσσα,
μόνη θνητοῖσι ποθεινή,
εἰαρινή, λειμωνιάσιν χαίρουσα πνοῆισιν,
ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,
ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα,
ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις, Φερσεφόνη·
φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.
κλῦθι, μάκαιρα θεά,
καρποὺς δ᾽ ἀνάπεμπ᾽ ἀπὸ γαίης εἰρήνηι θάλλουσα καὶ ἠπιοχείρωι ὑγείαι καὶ βίωι εὐόλβωι λιπαρὸν γῆρας κατάγοντι πρὸς σὸν χῶρον,
ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.


5. The Oracle who Admonished the Unworthy (Hymn to Oneiroi)

Κικλήσκω σε, μάκαρ, τανυσίπτερε,οὖλε Ὄνειρε,
ἄγγελε μελλόντων, θνητοῖς χρησμωιδὲ μέγιστε·
ἡσυχίαι γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών,
προσφωνῶν ψυχαῖς θνητῶν
νόον αὐτὸς ἐγείρεις,
καὶ γνώμας μακάρων αὐτὸς καθ᾽ ὕπνους ὑποπέμπεις,
σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων,
οἷσιν ἐπ᾽ εὐσεβίηισι θεῶν νόος ἐσθλὸς ὁδεύει,
ὡς ἂν ἀεὶ τὸ καλὸν μέλλον, γνώμηισι προληφθέν,
τερπωλαῖς ὑπάγηι βίον ἀνθρώπων
προχαρέντων τῶν δὲ κακῶν ἀνάπαυλαν,
ὅπως θεὸς αὐτὸς ἐνίσπηι
εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων.
εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος
γλυκερώτερόν ἐστι τοῖς δὲ κακοῖς οὐδὲν φαίνει μέλλουσαν ἀνάγκην
ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,
ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο.
ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν,
ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζηις
μηδὲν ἐπ᾽ ἀλλοκότοισι
κακῶν σημεῖα προφαίνων.



Lyrics in plain text format



Main Page Bands Page Links Statistics Trading list Forum Email Zenial